"Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ." (Mat4:4)

εἰς τὸ τέλος τῷ Δαυιδ εἰς ἀνάμνησιν

2 εἰς τὸ σῶσαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου πρόσχες 3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά 4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε εὖγε 5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπῶντες τὸ σωτήριόν σου 6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἶ σύ κύριε μὴ χρονίσῃς

Knox Translation Copyright © 2013 Westminster Diocese
Nihil Obstat. Father Anton Cowan, Censor.
Imprimatur. +Most Rev. Vincent Nichols, Archbishop of Westminster. 8th January 2012.

🌸 🌸 🌸

Επιλέξτε Βιβλίο