Job25

1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει 2 τί γὰρ προοίμιον ἢ φόβος πα{R’} αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ 3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα πα{R’} αὐτοῦ 4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός 5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ 6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ

🌸 🌸 🌸