Ησαΐας 35
1 εὐφράνθητι ἔρημος διψῶσα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον 2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ 3 ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα 4 παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς 5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται 6 τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ 7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται ἐκεῖ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη 8 ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐ{P’} αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν 9 καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐ{P’} αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι 10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων με{T’} εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
🌸 🌸 🌸
- Isa-intro
- Isa01
- Isa02
- Isa03
- Isa04
- Isa05
- Isa06
- Isa07
- Isa08
- Isa09
- Isa10
- Isa11
- Isa12
- Isa13
- Isa14
- Isa15
- Isa16
- Isa17
- Isa18
- Isa19
- Isa20
- Isa21
- Isa22
- Isa23
- Isa24
- Isa25
- Isa26
- Isa27
- Isa28
- Isa29
- Isa30
- Isa31
- Isa32
- Isa33
- Isa34
- Isa35
- Isa36
- Isa37
- Isa38
- Isa39
- Isa40
- Isa41
- Isa42
- Isa43
- Isa44
- Isa45
- Isa46
- Isa47
- Isa48
- Isa49
- Isa50
- Isa51
- Isa52
- Isa53
- Isa54
- Isa55
- Isa56
- Isa57
- Isa58
- Isa59
- Isa60
- Isa61
- Isa62
- Isa63
- Isa64
- Isa65
- Isa66